Перевод: со всех языков на все языки

со всех языков на все языки

τραχεῖα νιφὰς πολέμοιο τεσσάρων ἀνδρῶν ἐρήμωσεν μάκαιραν

  • 1 νιφάς

    1 snow storm

    βρέχε θεῶν βασιλεὺς ὁ μέγας χρυσέαις νιφάδεσσι πόλιν O. 7.34

    βρέχετο πολλᾷ νιφάδι (sc. πάγος Κρόνου) O. 10.51 met., τραχεῖα νιφὰς πολέμοιο τεσσάρων ἀνδρῶν ἐρήμωσεν μάκαιραν ἑστίαν (cf. νέφος) I. 4.17

    Lexicon to Pindar > νιφάς

  • 2 μάκαρ

    μᾰκᾰρ ( μάκαρ nom., voc.; μάκαρες, -ων, -ες; μάκαιρα, -αν.)
    a of gods and heroes, pro subs.

    ἐμοὶ δ' ἄπορα γαστρίμαργον μακάρων τιν εἰπεῖν O. 1.52

    ἔνθα μακάρων νᾶσον ὠκεανίδες αὖραι περιπνέοισιν O. 2.70

    φυλάσσοντες μακάρων τελετάς O. 3.41

    χρὴ πρὸς μακάρων τυγχάνοντ' εὖ πασχέμεν P. 3.103

    Κρονίδαι μάκαρες P. 5.118

    ὦ μάκαρ Herakles N. 7.94

    ὦ μάκαιρα Θήβα I. 7.1

    ταῦτα καὶ μακάρων ἐμέμναντ' ἀγοραί I. 8.26

    ἄνακτα τὸν πάντων ὑπερβάλλοντα Χρόνον μακάρων fr. 33. τέρας, ἅν τε βροτοὶ Δᾶλον κικλῄσκοισιν, μάκαρες δ' ἐν Ὀλύμπῳ χθονὸς ἄστρον fr. 33c. 5. “

    μακάρων τ' ἐπιχώριον τεθμὸν πάμπαν ἐρῆμον ἀπωσάμενος Pae. 4.46

    ὦ μάκαρ Pan. fr. 96. 1.
    b of men. ὦ μάκαρ υἱὲ Πολυμνάστου Battos P. 4.59 μάκαρ μὲν ἀνδρῶν μέτα ἔναιεν, ἥρως δ' ἔπειτα λαοσεβής Battos P. 5.94 μάκαρ δὲ καὶ νῦν (sc. ἐσσί), κλεενᾶς ὅτι εὖχος ἤδη παρὰ Πυθιάδος ἵπποις ἑλὼν δέδεξαι τόνδε κῶμον ἀνέρων Arkesilas P. 5.20 μόλεν Δανάας ποτὲ παῖς ἐς ἀνδρῶν μακάρων ὅμιλον the Hyperboreans P. 10.46
    c of cities, lands, ὀλβία Λακεδαίμων, μάκαιρα Θεσσαλία pr. P. 10.2, cf. I. 7.1
    d of the family hearth.

    ἐς ἀφνεὰν ἱκομένους μάκαιραν Ἱέρωνος ἑστίαν O. 1.11

    μετὰ χειμέριον ὄμβρον τεὰν καταιθύσσει μάκαιραν ἑστίαν i. e. of Arkesilas P. 5.11

    τραχεῖα νιφὰς πολέμοιο τεσσάρων ἀνδρῶν ἐρήμωσεν μάκαιραν ἑστίαν I. 4.17

    e fragg. [ει μακαρ[ Πα. 13a. 21. ]

    μακαρο[ Pae. 21.8

    ]μακάρων[ P. Oxy. 841, fr. 48.

    Lexicon to Pindar > μάκαρ

  • 3 ἀνήρ

    ᾰνήρ (ἀνήρ, ἀνδρός, ἀνδρί, ἄνδρα; ἄνδρες, ἀνδρῶν, ἄνδρεσσι, ἀνδράσιν): ἆνέρι, ἆνέρα; ἆνέρες, ἆνέρων)
    1 man
    1 man in his prime.
    a

    παίζομεν φίλαν ἄνδρες ἀμφὶ θαμὰ τράπεζαν O. 1.17

    ἀγῶνα νέμειν ἀνδρῶν τ' ἀρετᾶς πέρι καὶ

    διφρηλασίας O. 3.37

    φύονται δὲ καὶ νέοις ἐν ἀνδράσιν πολιαὶO. 4.26

    ἀκίνδυνοι δ' ἀρεταὶ οὔτε παῤ ἀνδράσιν οὔτ ἐν ναυσὶ κοίλαις τίμιαι O. 6.10

    ἀνδράσιν αἰχματαῖσι πλέκων ποικίλον ὕμνον (τῷ τε Ἁγησίᾳ καὶ τοῖς τούτου προγόνοις. Σ.) O. 6.86

    ἀεθλοφόροις ἀνδράσιν O. 7.8

    τὰν δ' ἔπειτ ἀνδρῶν μάχας ἐκ παγκρατίου O. 8.58

    Ἄργει τ' ἔσχεθε κῦδος ἀνδρῶν, παῖς δ ἐν Ἀθάναις O. 9.88

    νέων οὐλίαις αἰχμαῖσιν ἀνδρῶν O. 13.23

    ἐν ἱπποσόαισιν ἄνδρεσσι μαρνάμενον (Hermann: ἀνδράσι codd.) P. 2.65 ἀνδρὸς αἰδοίουP. 4.29

    δέδεξαι τόνδε κῶμον ἀνέρων P. 5.22

    δέκονται θυσίαισιν ἄνδρες οἰχνέοντές σφε δωροφόροι P. 5.86

    τὰν μάλα πολλοὶ ἀριστῆες ἀνδρῶν αἴτεον σύγγονοι, πολλοὶ δὲ καὶ ξείνων P. 9.107

    ἁρμόζων κόρᾳ νυμφίον ἄνδρα (i. e. husband) P. 9.118

    Ἱπποκλέᾳ θέλοντες ἀγαγεῖν ἐπικωμίαν ἀνδρῶν κλυτὰν ὄπα P. 10.6

    κοιναὶ γὰρ ἔρχοντ' ἐλπίδες πολυπόνων ἀνδρῶν N. 1.33

    ἐν παισὶ νέοισι παῖς, ἐν ἀνδράσιν ἀνήρ, τρίτον ἐν παλαιτέροισι N. 3.72

    ἐπαοιδαῖς δ' ἀνὴρ νώδυνον καί τις κάματον θῆκεν N. 8.49

    νέαισί θ' ἑορταῖς ἰσχύος τ ἀνδρῶν ἁμίλλαις N. 9.12

    ἄγαγον στρατὸν ἀνδρῶν N. 9.18

    ἐντί τοι φίλιπποί τ' αὐτόθι ἄνδρες N. 9.33

    ποτὶ δυσμενέων ἀνδρῶν στίχας N. 9.38

    ἐν Κέῳ ἀμφιρύτᾳ σὺν ποντίοις ἀνδράσιν I. 1.9

    τραχεῖα νιφὰς πολέμοιο τεσσάρων ἀνδρῶν ἐρήμωσεν μάκαιραν ἑστίαν I. 4.17

    ἀναρίθμων ἀνδρῶν χαλαζάεντι φόνῳ I. 5.50

    θάλλοντος ἀνδρῶν ὡς ὅτε συμποσίου I. 6.1

    περικτίονας ἐνίκασε ἄνδρας I. 8.65

    κεἴ μοί τιν' ἄνδρα τῶν θανόντων fr. 4. Σπαρτῶν ἱερὸν γένος ἀνδρῶν fr. 29. 2.

    ἀλκαὶ δὲ τεῖχος ἀνδρῶν [ὕψιστον ἵστατ]αι Pae. 2.37

    χρὴ δ' ἄνδρα τοκεῦσιν φέρειν βαθύδοξον αἶσαν Pae. 2.57

    ψοφὸν ἀιὼν Κασταλίας ὀρφανὸν ἀνδρῶν χορεύσιος ἦλθον Pae. 6.9

    Ἀλαλά ᾇ θύεται ἄνδρες ὑπὲρ πόλιος fr. 78. 3. ( ψυχὰς) ἐκ τᾶν βασιλῆες ἀγαυοὶ καὶ μέγιστοι ἄνδρες αὔξοντ fr. 133. 5. πέφνε δὲ τρεῖς καὶ δέκ' ἄνδρας fr. 135. νέων ἀνδρῶν ἀριστεύοισιν αἰχμαί fr. 199. 2. ἄγαν φιλοτιμίαν μνώμενοι ἐν πόλεσιν ἄνδρες (fort. non omnia haec sunt Pindari, nott. Wil.) fr. 210. νικώμενοι γὰρ ἄνδρες ἀγρυξίᾳ δέδενται fr. 229.

    ὦ Συράκοσαι, ἀνδρῶν ἵππων τε σιδαροχαρμᾶν δαιμόνιαι τροφοί P. 2.2

    ἄνδρεσσι καὶ γυναιξὶ P. 5.64

    ἀνδρὸς δ' οὔτε γυναικὸς Παρθ. 2. 3. ἄνδρες θήν τινες ἀκκιζόμενοι νεκρὸν ἵππον στυγέοισι (oxymoron intell. Schr.) fr. 203. 1.
    b specifically, men or heroes τὸ καὶ ἀνδρὶ κώμου δεσπότᾳ πάρεστι Συρακοσίῳ Hagesias O. 6.18 ἵκωμαί τε πρὸς ἀνδρῶν καὶ γένος Iamidai O. 6.24 εὐθυμάχαν πελώριον ἄνδρα Diagoras O. 7.15 τεθμὸν Ὀλυμπιονίκαν ἄνδρα τε Diagoras O. 7.89 ἀνδρὸς ἀμφὶ παλαίσμασιν Epharmostos O. 9.13 ὑπέρφατον ἄνδρα μορφᾷ τε καὶ ἔργοισι Opous O. 9.65 ἄνδρα δ' ἐγὼ κεῖνον αἰνῆσαι μενοινῶν Hieron P. 1.42 ἀνὴρ ἐξαίρετον ἕλε μόχθον Ixion P. 2.29 ἄιδρις ἀνήρ (Ixion = ἥρως v. 31) P. 2.37 σάμερον μὲν χρή σε παρ' ἀνδρὶ φίλῳ στᾶμεν Arkesilas P. 4.1 ἀνὴρ ἔκπαγλος Jason P. 4.79 ἀνὴρ συγγενέσιν παρεκοινᾶθ Jason P. 4.132 γόνον ἰδὼν κάλλιστον ἀνδρῶν Jason P. 4.123 δοιοὶ δ' ὑψιχαῖται ἀνέρες Euphamos and Periklymenos P. 4.173

    Ζήταν Κάλαίν τε ἄνδρας πτεροῖσιν νῶτα πεφρίκοντας P. 4.182

    βιατὰς ἀνὴρ Jason P. 4.236 καρτερὸν ἄνδρα Jason P. 4.239 ἄνδρα κεῖνον ἐπαινέοντι συνετοί Arkesilas P. 5.107 ὁ θεῖος ἀνὴρ Antilochos P. 6.38

    Τελεσικράτη γεγωνεῖν ὄλβιον ἄνδρα διωξίππου στεφάνωμα Κυράνας P. 9.4

    ἐς ἀνδρῶν μακάρων ὅμιλον Hyperboreans P. 10.46 ἐκ τούτων φίλον ἄνδρα πόνων ἐρρύσατο Perseus P. 12.18 ἔσταν δ' ἐπ αὐλείαις θύραις ἀνδρὸς φιλοξείνου Chromios N. 1.20 καὶ ὅδ' ἀνὴρ καταβολὰν ἱερῶν ἀγώνων νικαφορίας δέδεκται πρῶτον Timodemos N. 2.3 καί τις ἄνδρας ἀλκίμους δαίμων ἀπ' Οἰνώνας ἔλασεν Peleus and Telamon N. 5.15 φίλον ἐς ἄνδρ' ἄγων κλέος ἐτήτυμον Thearion? N. 7.62 ἄνδρα δ' ἐγὼ μακαρίζω μὲν πατέῤ Ἀρκεσίλαν Aristagoras N. 11.11 τοῦδ' ἀνδρὸς ἐν τιμαῖσιν Herodotos I. 1.34 εὐάρματον ἄνδρα γεραίρων Xenokrates I. 2.17 ἦλθ' ἀνὴρ τὰν πυροφόρον Λιβύαν υἱὸς Ἀλκμήνας Herakles v. Fraenkel on Agam. 719. I. 4.53 λευκωθεὶς κάρα μύρτοῖς ὅδ' ἀνὴρ Melissos I. 4.70 κλυταῖς ἀνδρὸς φίλου ἐφετμαῖς Lampon I. 6.18 λίσσομαι παῖδα θρασύν ἐξ Ἐριβοίας ἀνδρὶ τῷδε τελέσαι” Telamon I. 6.46 φαίης κέ νιν ἄνδρ' ἐν ἀεθληταῖσιν ἔμμεν Ναξίαν πέτραις ἐν ἄλλαις χαλκοδάμαντ ἀκόναν Lampon ( ἀνδράσιν ἀεθληταῖσιν coni. Heyne) I. 6.72ὑπὸ σπλάγχ[νοις] φέροισα τόνδ' ἀνέῤ” Paris. Πα. 8A. 19. ] τῶνδ' ἀνδρῶν ἕνεκεν μερίμνας σώφρονος Aioladas and Pagondas. Παρθ. 2.. Πολυμνάστου Κολοφωνίου ἀνδρός fr. 188.
    2 generally = ἄνθρωπος.
    a

    ῥοαὶ δ' ἄλλοτ ἄλλαι ἐς ἄνδρας ἔβαν O. 2.34

    αἵ γε μὲν ἀνδρῶν κυλίνδοντ' ἐλπίδες O. 12.5

    ὄλβος οὐκ ἐς μακρὸν ἀνδρῶν ἔρχεται P. 3.105

    τὰ δὲ καὶ ἀνδράσιν ἐμπρέπει P. 8.28

    λαμπρὸν φέγγος ἔπεστιν ἀνδρῶν καὶ μείλιχος αἰών P. 8.97

    καί τινα σὺν πλαγίῳ ἀνδρῶν κόρῳ στείχοντα τὸν ἐχθρότατον φᾶσέ νιν δώσειν μόρῳ ( ἀνδρῶν cum τινα Σ: “ ἀνδρῶν γιγάντων intellego” Schr.: v. Radt, Mnem., 1966, 169f.) N. 1.65 ( ἄρουραι) βίον ἀνδράσιν ἐπηετανὸν ἐκ πεδίων ἔδοσαν (Hermann: ἄνδρεσσιν codd.) N. 6.10

    παροιχομένων γὰρ ἀνέρων ἀοιδαὶ καὶ λόγοι τὰ καλά σφιν ἔργ' ἐκόμισαν N. 6.29

    τυφλὸν δ' ἔχει ἦτορ ὅμιλος ἀνδρῶν ὁ πλεῖστος N. 7.24

    ἀρετὰ ἐν σοφοῖς ἀνδρῶν ἀερθεῖσ' ἐν δικαίοις τε πρὸς ὑγρὸν αἰθέρα N. 8.41

    ἀρχαῖαι δ' ἀρεταὶ ἀμφέροντ ἀλλασσόμεναι γενεαῖς ἀνδρῶν σθένος N. 11.38

    χρήματα χρήματ' ἀνήρI. 2.11

    εἴ τις ἀνδρῶν κατέχει φρασὶν αἰανῆ κόρον I. 3.1

    ἀνδρῶν δ' ἀρετὰν σύμφυτον οὐ κατελέγχει (i. e. τῶν προγόνων) I. 3.13 οὔτοι τετύφλωται μακρὸς μόχθος ἀν-

    δρῶν I. 5.57

    δόλιος γὰρ αἰὼν ἐπ' ἀνδράσι κρέμαται I. 8.14

    τυφλα[ὶ γὰ]ρ ἀνδρῶν φρένες, ὅστις Πα. 7B. 18.

    ἔθηκας ἀμάχανον ἰσχύν τ' ἀνδράσι καὶ σοφίας ὁδόν Pae. 9.4

    ἀνδρῶν νέον ἐξ ἀρχᾶς γένος Pae. 9.20

    ἐπιχθόνιον γένος ἀνδρῶν (v. l. ἀνθρώπων) fr. 213. 3. σφετέραν δ' αἰνεῖ δίκαν ἀνδρῶν ἕκαστος fr. 215. 3.
    b contrasted with the gods

    ἔστι δ' ἀνδρὶ φάμεν ἐοικὸς ἀμφὶ δαιμόνων καλά O. 1.35

    εἰ δὲ δή τιν' ἄνδρα θνατὸν Ὀλύμπου σκοποὶ ἐτίμασαν O. 1.54

    εἰ δὲ θεὸν ἀνήρ τις ἔλπεται λαθέμεν O. 1.64

    προῆκαν υἱὸν ἀθάνατοι μετὰ τὸ ταχύποτμον αὖτις ἀνέρων ἔθνος O. 1.66

    τίνα θεόν, τίν' ἥρωα, τίνα δ ἄνδρα κελαδήσομεν; O. 2.2

    ἄνεται δὲ πρὸς χάριν εὐσεβίας ἀνδρῶν λιταῖς O. 8.8

    ἀγαθοὶ δὲ καὶ σοφοὶ κατὰ δαίμον' ἄνδρες ἐγένοντ O. 9.28

    τόνδ' ἀνέρα δαιμονίᾳ γεγάμεν O. 9.110

    cf. O. 10.22, O. 11.10

    τάμἰ ἀνδράσι πλούτου O. 13.7

    πολλὰ δ' ἐν καρδίαις ἀνδρῶν ἔβαλον ὧραι O. 13.16

    οὔτ' ἐν ἀνδράσι γερασφόρον οὔτ ἐν θεῶν νόμοις P. 2.43

    ( Χίρωνα)

    νόον ἔχοντ' ἀνδρῶν φίλον P. 3.5

    θεῷ ἀνέρι εἰδομένῳP. 4.21 μάκαρ μὲν ἀνδρῶν μέτα ἔναιεν, ἥρως δ' ἔπειτα λαοσεβής sc. Battos P. 5.94

    Διός τοι νόος μέγας κυβερνᾷ δαίμον' ἀνδρῶν φίλων P. 5.123

    τὰ δ' οὐκ ἐπ ἀνδράσι κεῖται· δαίμων δὲ παρίσχει P. 8.76

    θήσονταί τέ νιν ἀθάνατον ἀνδράσι χάρμα φίλοις P. 9.64

    θεὸς εἴη ἀπήμων κέαρ· εὐδαίμων δὲ καὶ ὑμνητὸς οὗτος ἀνὴρ γίνεται σοφοῖς, ὃς P. 10.22

    ἀθάνατων ἀνδρῶν τε σὺν εὐμενίᾳ P. 12.4

    κείνου σὺν ἀνδρὸς δαιμονίαις ἀρεταῖς N. 1.9

    ἓν ἀνδρῶν, ἓν θεῶν γένος N. 6.1

    μάλα μὲν ἀνδρῶν δικαίων περικαδόμενοι (sc. Διόσκουροι).

    καὶ μὰν θεῶν πιστὸν γένος N. 10.54

    κρίνεται δ' ἀλκὰ διὰ δαίμονας ἀνδρῶν I. 5.11

    ἴσον μὲν θεὸν ἄνδρα τε φίλον (< θεῷ> supp. Heyne: sc. ὑποτρέσαι) fr. 224. ὁπόταν θεὸς ἀνδρὶ χάρμα πέμψῃ fr. 225. ]Ἀπόλλωνι μὲν θ[εῶν] ἀτὰρ ἀνδρῶν Ἐχεκ[ρά]τει ?fr. 333a. 5.
    3 generally, a man, anyone ὁ μὰν

    πλοῦτος ἐτυμώτατον ἀνδρὶ φέγγος O. 2.56

    αὐδάσομαι τεκεῖν μή τιν' πόλιν ἄνδρα μᾶλλον εὐεργέταν O. 2.93

    τοῦτο δ' ἀμάχανον εὑρεῖν, ὅτι φέρτατον ἀνδρὶ τυχεῖν O. 7.26

    κεῖνος ἂν εἴποι τίς τρόπος ἄνδρα προβάσει O. 8.63

    Ἀίδα τοι λάθεται ἄρμενα πράξαις ἀνήρ O. 8.73

    θάξαις δέ κε φύντ' ἀρετᾷ ποτὶ πελώριον ὁρμάσαι κλέος ἀνὴρ θεοῦ σὺν παλάμᾳ O. 10.21

    ὅταν εἰς Ἀίδα σταθμὸν ἀνὴρ ἵκηται O. 10.93

    ἐκ θεοῦ δ' ἀνὴρ σοφαῖς ἀνθεῖ πραπίδεσσιν ὁμοίως O. 11.10

    ἀμφοτέροισι δ' ἀνὴρ ὃς ἂν ἐγκύρσῃ καὶ ἕλῃ, στέφανον ὕψιστον δέδεκται P. 1.99

    ἄνδρ' ἐκ θανάτου κομίσαι ἤδη ἁλωκότα P. 3.56

    οὕτω κ' ἀνδρὶ παρμονίμαν θάλλοισαν εὐδαιμονίαν P. 7.20

    οὐδ' ἀλλοτρίων ἔρωτες ἀνδρὶ φέρειν κρέσσονες N. 3.30

    φθονερὰ δ' ἄλλος ἀνὴρ βλέπων γνώμαν κενεὰν σκότῳ κυλίνδει N. 4.39

    ἵνα κρεῶν νιν ὕπερ μάχας ἔλασεν ἀντιτυχόντ' ἀνὴρ μαχαίρᾳ N. 7.42

    εἰ δὲ γεύεται ἀνδρὸς ἀνήρ τι N. 7.87

    κρέσσων δὲ καππαύει δίκαν τὰν πρόσθεν ἀνήρ N. 9.15

    χρὴ δ' ἀγαθὰν ἐλπίδ ἀνδρὶ μέλειν I. 8.15

    καὶ συγγένεἰ ἀνδρὶ φ[ ]στέρξαι Pae. 4.33

    τί ἔλπεαι σοφίαν ἔμμεν, ἃν ὀλίγον τοι ἀνὴρ ὑπὲρ ἀνδρὸς ἴσχει; fr. 61. 2. παντὶ δ' ἐπὶ φθόνος ἀνδρὶ κεῖται ἀρετᾶς Παρθ. 1.. πολύ τοι φέριστον ἀνδρὶ τερπνὸς αἰών fr. 126. 2.
    4 where the accompanying adj. or subs. bears the emphasis.
    a c. subs.

    ἄνδρας ὀλέσαις μναστῆρας O. 1.79

    μάτρωες ἄνδρες O. 6.77

    μάντιες ἄνδρες O. 8.2

    ἁγητὴρ ἀνὴρ P. 1.69

    ὥσπερ κυβερνάτας ἀνὴρ P. 1.91

    ἅτε μάντις ἀνήρ I. 6.51

    cf. P. 9.118
    b c. adj.

    οὐ δίκᾳ συναντόμενος ἀλλὰ μαργῶν ὑπ' ἀνδρῶν O. 2.96

    Αἰτωλὸς ἀνὴρ O. 3.12

    τίνα κεν φύγοι ὕμνον κεῖνος ἀνήρ O. 6.7

    ἀνδρῶν Ἀρκάδων O. 6.34

    ἐπὶ προτέρων ἀνδρῶν O. 7.72

    ναυσιφορήτοις δ' ἀνδράσι P. 1.33

    πολεμίων ἀνδρῶν καμόντων P. 1.80

    ἀποιχομένων ἀνδρῶν δίαιταν P. 1.93

    εὐθύγλωσσος ἀνὴρ προφέρει P. 2.86

    ἐσλοῖσι ἀνδράσιν P. 3.66

    Λακεδαι-

    μονίων ἀνδρῶν P. 4.257

    βροτήσιος ἀνὴρ P. 5.3

    ἀλλά νιν εὑροῖσ' ἀνδράσι θνατοῖς ἔχειν P. 12.22

    ὃς δὲ διδάκτ' ἔχει, ψεφεννὸς ἀνὴρ ἄλλοτ ἄλλα πνέων N. 3.41

    Ἀχαιὸς οὐ μέμψεταί μ' ἀνὴρ N. 7.64

    χρεῖαι δὲ παντοῖαι φίλων ἀνδρῶν N. 8.42

    καὶ Κλεωναίων πρὸς ἀνδρῶν N. 10.42

    κούφα δόσις ἀνδρὶ σοφῷ ξυνὸν ὀρθῶσαι καλόν I. 1.45

    τὸ τεὸν δ' ἀνδρῶν Ἀχαιῶν ἐν Φυλάκᾳ τέμενος συμβάλλομαι I. 1.58

    εἴ τις εὐδόξων ἐς ἀνδρῶν ἄγοι τιμὰς Ἑλικωνιάδων I. 2.34

    καὶ κρέσσον' ἀνδρῶν χειρόνων ἔσφαλε τέχνα καταμάρψαισ I. 4.34

    [ἀνδ]ρὶ σοφῷ (supp. Lobel.) Πα. 1. 3. ἀνδρῶν δικαίων fr. 159. κενεοφρόνων ἑταῖρον ἀνδρῶν fr. 212.
    c c.

    τις, ἄλλος τις. ἀντεβόλησεν τῶν ἀνὴρ θνατὸς οὔπω τις πρότερον O. 13.31

    εἰ σοφός, εἰ καλός, εἴ τις ἀγλαὸς ἀνήρ O. 14.7

    ἄλλοις δέ τις ἐτέλεσσεν ἄλλος ἀνὴρ εὐαχέα βασιλεῦσιν ὕμνον P. 2.13

    κωφὸς ἀνήρ τις, ὃς Ἡρακλεῖ στόμα μὴ περιβάλλει P. 9.87

    5 frag. ]

    φυγον ἄνδρα[ Pae. 12.22

    ]ἔτι δ' ἄνδρ[ Pae. 21.21

    κἀ]νδρῶν (supp. Snell.) Δ. 4. e. 4. ] ἀλαον ἀνδρὸς λ[ fr. 173. 3.

    Lexicon to Pindar > ἀνήρ

  • 4 πόλεμος

    πόλεμος (-ου, -οιο, -ῳ, -ον; -οι, -ων, -οισι.)
    1 war

    Ὀλυμπιάδα ἀκρόθινα πολέμου O. 2.4

    ἐν μάχαις τε πολέμου τιμώμενος O. 2.44

    ὀρνυμένων πολέμων O. 8.34

    ἔα πόλεμον μάχαν τε πᾶσαν χωρὶς ἀθανάτων O. 9.40

    τὰν πολέμοιο δόσιν ἀκρόθινα διελὼν ἔθυε O. 10.56

    λαιψηροὶ πόλεμοι κἀγοραὶ βουλαφόροι O. 12.4

    οἵαις ἐν πολέμοισι μάχαις ( πολέμοιο coni. Bergk, cf. O. 2.44) P. 1.47

    νεότατι μὲν ἀρήγει θράσος δεινῶν πολέμων P. 2.64

    ἐν πολέμῳ P. 3.101

    Ἡσυχία βουλᾶν τε καὶ πολέμων ἔχοισα κλαϊδας ὑπερτάτας P. 8.3

    ὤπασε δὲ Κρονίων πολέμου μναστῆρά οἱ χαλκεντέος λαὸν ἵππαιχμον N. 1.16

    εἰ δ' ὄλβον ἢ χειρῶν βίαν ἢ

    σιδαρίταν ἐπαινῆσαι πόλεμον δεδόκηται N. 5.19

    ἐν πολέμῳ N. 9.36

    μάντιν Οἰκλείδαν, πολέμοιο νέφος N. 10.9

    φθιμένου Κάστορος ἐν πολέμῳ N. 10.59

    τραχεῖα νιφὰς πολέμοιο τεσσάρων ἀνδρῶν ἐρήμωσεν μάκαιραν ἑστίαν I. 4.17

    χαλκοχάρμαν ἐς πόλεμον I. 6.27

    προμάχων ἀν' ὅμιλον ἔνθ ἄριστοι ἔσχον πολέμοιο νεῖκος I. 7.36

    υἱὸν εἰσιδέτω θανόντ' ἐν πολέμῳI. 8.36

    τοὶ σὺν πολέμῳ κτησάμ[ενοι] χθόνα Pae. 2.59

    στ[ρατὸν] πολέμῳ τελευταίῳ προβιβάζοις Pae. 2.105

    πολέμοιο δὲ σᾶμα φέρεις τινός; Pae. 9.13

    πολέμου[ Πα. 13. a. 23. γλυκὺ δὲ πόλεμος ἀπείροσιν fr. 110. ] πολεμοι[ P. Oxy. 2442, fr. 17a. c. gen., “ τρέω τοι πόλεμον Διὸς Ἐννοσίδαν τε βαρύκτυπον” i. e. war with Zeus Pae. 4.41 met., warspirit

    μῆτίν τε γαρύων παλαιγόνων πόλεμόν τ O. 13.51

    pro pers., κλῦθ' Ἀλαλά, Πολέμου θύγατερ fr. 78. 1.

    Lexicon to Pindar > πόλεμος

  • 5 ἑστία

    ἑστία (-ίᾳ, -ίαν, -ία.)
    a home, hearth

    ἐς ἀφνεὰν ἱκομένους μάκαιραν Ἱέρωνος ἑστίαν O. 1.11

    τεά κεν ἐνδομάχας ἅτ' ἀλέκτωρ συγγόνῳ παῤ ἑστίᾳ ἀκλεὴς τιμὰ κατεφυλλορόησεν ποδῶν O. 12.14

    εὐδίαν ὃς τεὰν καταιθύσσει μάκαιραν ἑστίαν P. 5.11

    ἀγῶνί τε Κίρρας ἐν τῷ Θρασυδᾷος ἔμνασεν ἑστίαν τρίτον ἔπι στέφανον πατρῴαν βαλών P. 11.13

    τραχεῖα νιφὰς πολέμοιο τεσσάρων ἀνδρῶν ἐρήμωσεν μάκαιραν ἑστίαν I. 4.17

    ]νος τἶ ἑστίαν[ Παρθ. 2. 107.
    b Hestia, goddess of the hearth.

    παῖ Ῥέας, ἅ τε πρυτανεῖα λέλογχας, Ἑστία, Ζηνὸς ὑψίστου κασιγνήτα καὶ ὁμοθρόνου Ἥρας N. 11.1

    Lexicon to Pindar > ἑστία

  • 6 τραχύς

    τρᾱχύς (-ύς, -εῖ; -εῖα, -εῖαν, -ειᾶν; -εῖ, -ύ.)
    a of things

    λίθῳ τραχεῖ O. 8.55

    τραχεῖαν ἄνευθε λιπὼν ἐγχέων ἀκμάν P. 1.10

    νωμῳν τραχὺ ῥόπαλον fr. 111. 3. met., harsh, bitter, “ τραχεῖαν ἑρπόντων πρὸς ἔπιβδανP. 4.140

    τραχεῖα νιφὰς πολέμοιο τεσσάρων ἀνδρῶν ἐρήμωσεν μάκαιραν ἑστίαν I. 4.17

    μὴ πταίσῃς ἐμὰν σύνθεσιν τραχεῖ ποτὶ ψεύδει (“nempe ut saxo,” Boeckh) fr. 205. 3.
    b of peis., stubborn τὺ δὲ (sc. Ἡσυχία) — τραχεῖα δυσμενέων ὑπαντιάξαισα κράτει pr. P. 8.10 cf.

    εἰ δέ τις ἀρκέων φίλοις ἐχθροῖσι τραχὺς ὑπαντιάζει Pae. 2.32

    μαλακὰ μὲν φρονέων ἐσλοῖς, τραχὺς δὲ παλιγκότοις ἔφεδρος N. 4.96

    νικῶντί γε χάριν οὐ τραχύς εἰμι καταθέμεν i. e. I am ready N. 7.76

    Lexicon to Pindar > τραχύς

  • 7 ἀλλά

    ἀλλά A not combined with another particle.
    1 following a neg. sentence, clause; clarifying a previous denial

    οὐ χθόνα ταράσσοντες οὐδὲ πόντιον ὕδωρ ἀλλὰ ἄδακρυν νέμονται βίοτον O. 2.65

    κόρος, οὐ δίκᾳ συναντόμενος, ἀλλὰ O. 2.96

    οὐδἔλαθ' Αἴπυτον. ἀλλ ὁ μὲν Πυθῶνάδ ᾤχετ ἰὼν O. 6.37

    ἐκέλευσεν μὴ παρφάμεν, ἀλλὰ Κρόνου σὺν παιδὶ νεῦσαι O. 7.67

    οὐκ ἄτερ παίδων σέθεν, ἀλλἅμα O. 8.45

    εὔχομαι μὴ θέμεν, ἀλλ O. 8.87

    οὐδὲ γὰρ θεοὶ σεμνᾶν Χαρίτων ἄτερ κοιρανέοντι χοροὺς οὔτε δαῖτας· ἀλλὰ πάντων ταμίαι ἔργων ἐν οὐρανῷ O. 14.9

    σὐ δύναται νήπιοι κόσμῳ φέρειν ἀλλ' ἀγαθοί P. 3.83

    μή τινα λειμόμενονμένεινἀλλ P. 4.186

    ὃς οὐ ἀφίκετοἀλλ P. 5.30

    κατέκλασε γὰρ ἐντέων σθένος οὐδέν· ἀλλὰ κρέμαται P. 5.34

    οὐ θεῶν ἄτερ, ἀλλὰ Μοῖρά τις ἄγεν P. 5.76

    οὔθἐφίλησεν ὁδοὺς οὔτε δείπνων τέρψιας ἀλλ P. 9.20

    τὸ δὲ μόρσιμον οὐ παρφυκτόν ἀλλ' ἔσται χρόνος οὗτος P. 12.30

    οὐκ ἔραμαι πολὺν ἐν μεγάρῳ πλοῦτον κατακρύψαις ἔχειν, ἀλλ' ἐόντων εὖ τε παθεῖν N. 1.32

    οὐ λαθὼνἭραν ἐγκατέβα, ἀλλὰ θεῶν βασίλεα N. 1.39

    οὐκ ἀνδριαντοποιός εἰμ·ἀλλ' ἐπὶ πάσας ὁλκάδος, γλυκεἶ ἀοιδά, στεῖχ N. 5.2

    εἴη μή ποτέ μοι τοιοῦτον ἦθος, Ζεῦ πάτερ, ἀλλὰ κελεύθοις ἁπλόαις ζοᾶς ἐφαπτοίμαν N. 8.35

    οὐδὲ Κρονίων στείχειν ἐπώτρυν, ἀλλὰ φείσασθαι κελεύθου N. 9.

    20.

    δένδρεά τοὐκ ἐθέλει πάσαις ἐτέων περόδοις ἄνθος εὐῶδες φέρειν πλούτῳ ἴσον, ἀλλ' ἐναμείβοντι N. 11.42

    σαφὲς οὐχ ἕπεται τέκμαρ· ἀλλ' ἔμπαν μεγαλανορίαις ἐμβαίνομεν N. 11.44

    οὐ γὰρ ἦν πενταέθλιον, ἀλλἐφἑκάστῳ ἔργματι κεῖτο τέλος I. 1.26

    οὐδέ ποτε ὑπέστειλἱστίον. ἀλλἐπέρα I. 2.41

    οὐ γὰρ φύσιν ὠαριωνείαν ἔλαχεν· ἀλλ' ὀνοτὸς μὲν ἰδέσθαι I. 4.50

    σφετέρας δ' οὐ φείσατο χέρσιν βαρυφθόγγοιο νευρᾶς Ἡρακλέης· ἀλλ Αἰακίδαν καλέων ἐς πλόον (νῦν ἄρχεται τῶν ἐπὶ μέρους, ἀκριβῶς τὸ ὅλον προεκθείς. Σ.) I. 6.35

    τὸν μὲν οὐδὲ θανόντ' ἀοιδαὶ ἔλιπον, ἀλλά οἱ I. 8.57

    οὕνεκεν οὔ σε παιηόνων ἄδορπον εὐνάξομεν ἀλλ' ἀοιδᾶν ῥόθια δεκομένα κατερεῖς Pae. 6.128

    ἔριν οὐ παλίγλωσσον ἀλλὰ δίκας ὁδοὺς π[ις]τὰς ἐφίλη[ς.]ν Παρθ. 2.. οὐ κό]ρῳ ἀλλ ἀρετᾷ (e Σ supp. Lobel.) fr. 169. 15.
    2 without preceding negative; modifying a previous statement
    a

    ἀλλ' αἶνον ἐπέβα κόρος O. 2.95

    ἀλλ' οὐ καλὰ δένδρἐ ἔθαλλεν χῶρος O. 3.23

    ἀλλά μιν οὐκ εἴασεν O. 7.61

    οὐχ ὑπέμεινεν ὄλβον ἀλλά νιν ὕβρις εἰς ἀυᾴταν ὑπερᾴφανον ὦρσεν P. 2.28

    ἀλλ' οὐδὲ ταῦτα νόον ἰαίνει φθονερῶν P. 2.89

    ἀλλ' ἐπεὶ P. 3.38

    ἀλλὰ κέρδει καὶ σοφίᾳ δέδεται P. 3.54

    οὐδ' ἀπιθησέ νιν, ἀλλP. 4.36

    οὐδὲ κομᾶν πλόκαμοι κερθέντες ᾤχοντ' ἀγλαοί ἀλλ ἅπαν νῶτον καταίθυσσον P. 8.83

    ἀθρόαις πέντε δραπὼν νύκτεσσιν ἔν θ' ἁμέραις ἱερὸν εὐζοίας ἄωτον. ἀλλἐν ἕκτᾳ P. 4.132

    ἔσομαι τοῖος· ἀλλ' ἤδη P. 4.157

    ἀλλἤδη τελευτὰν κεῖνος αὐταῖς ἡμιθέων πλόος ἄγαγεν P. 4.210

    σκιᾶς ὄναρ ἄνθρωπος. ἀλλ' ὅταν αἴγλα διόσδοτος ἔλθῃ P. 8.96

    ἀλλὰ χρονίῳ σὺν Ἄρει πέφνεν τε ματέρα P. 11.36

    [ ἄτᾳ codd.: ἀλλ coni. Boeckh. P. 11.55]

    ἀλλἐπεὶ ἐκ τούτων φίλον ἄνδρα πόνων ἐρρύσατο P. 12.18

    εὗρεν θεός· ἀλλά νιν εὑροῖσ' ἀνδράσι θνατοῖς ἔχειν, ὀνύμασεν κεφαλᾶν πολλᾶν νόμον P. 12.22

    ἀλλά τι προσφέρομεν ἔμπαν ἢ μέγαν νόον ἤτοι

    φύσιν ἀθανάτοις N. 6.4

    ἀλλὰ τὸ μόρσιμον ἀπέδωκεν N. 7.44

    ἀλλὰ χαλκὸν μυρίον οὐ δυνατὸν ἐξελέγχειν N. 10.45

    ἀλλ' οὔ νιν φλάσαν N. 10.68

    ἀλλὰ βροτῶν τὸν μὲν κενεόφρονες αὖχαι ἐξ ἀγαθῶν ἔβαλον N. 11.29

    ἀλλ' ἐγὼ Ἡροδότῳ τεύχων τὸ μὲν ἅρματι τεθρίππῳ γέρας I. 1.14

    ἐν ὕπνῳ γὰρ πέσεν·ἀλλ' ἀνεγειρομένα χρῶτα λάμπει I. 4.23

    ἔτλαν δὲ πένθος οὐ φατόν· ἀλλὰ νῦν μοι Γαιάοχος εὐδίαν ὄπασσεν ἐκ χειμῶνος I. 7.37

    ἀλλ' ἐμοὶ δεῖμα μὲν παροιχόμενον καρτερὰν ἔπαυσε μέριμναν I. 8.11

    ἀλλ' οὔ σφιν ἄμβροτοι τέλεσαν εὐνὰν θεῶν πραπίδες I. 8.30

    (Delos floated on the waves,) ἀλλἁ Κοιογένης ὁπότ' ἐπέβα νιν, δὴ τότε τέσσαρες ἀπώρουσαν κίονες fr. 33d. 3.

    ὄλβον ἐγκατέθηκαν. ἀλλὰ[ ]ἐπέπεσε μοῖρα Pae. 2.63

    ἀλλ' οὔτε ματέῤ ἔπειτα κεδνὰν ἔιδεν οὔτε Pae. 6.105

    ἀλλά μιν Κρόνου παῖδες ἔκρυψαν Pae. 8.72

    σῶμα δ ἐστὶ θνατόν. ἀλλ ᾧτινι μὴ λιπότεκνος σφαλῇ πάμπαν οἶκος, ζώει Παρθ. 1. 16. (a description of those that do not love Theoxenos,) ἀλλἐγὼ τάκομαι fr. 123. 10.
    b where the qualification provides a climax, cf. 3. b. infra.

    ἐν μὲν Αἰτωλῶν θυσίαισι φαενναῖς Οἰνείδαι κρατεροί, ἐν δὲ Θήβαις, Περσεὺς δ' ἐν Ἄργει, Κάστορος δ αἰχμὰ Πολυδεύκεός τ ἐπ Εὐρώτα ῥεέθροις. ἀλλ ἐν Οἰνώνᾳ I. 5.34

    c simply introducing a new attitude

    ἀλλ' ὥτε παῖς ἐξ ἀλόχου πατρὶ ποθεινὸς O. 10.86

    ἀλλ' ὅτ Αἰήτας ἄροτρον σκίμψατο P. 4.224

    ἀλλεὔχεται P. 4.293

    3 introducing imperative, simm.
    a imperative proper.

    ἀλλὰ Δωρίαν ἀπὸ φόρμιγγα πασσάλου λάμβαν O. 1.17

    ἀλλὦ Κρόνιε παῖ Ῥέας, εὔφρων ἄρουραν ἔτι πατρίαν σφίσιν κόμισον λοιπῷ γένει O. 2.12

    ἀλλὰ Κρόνου παῖ, Οὐλυμπιονίκαν δέξαι Χαρίτων θ' ἕκατι τόνδε κῶμον (v. l. ἀλλὦ.) O. 4.6

    ὦ Φίντις, ἀλλὰ ζεῦξον ἤδη μοι σθένος ἡμιόνων O. 6.22

    ἀλλ' ὦ Ζεῦ πάτερ, νώτοισιν Ἀταβυρίου μεδέων, τίμα μὲν ὕμνου τε-

    θμὸν O. 7.87

    ἀλλ' ὦ Πίσας εὔδενδρον ἐπ Ἀλφεῷ ἄλσος, τόνδε κῶμον καὶ στεφαναφορίαν δέξαι O. 8.9

    ἀλλὰ νῦν ἑκαταβόλων Μοισᾶν ἀπὸ τόξων Δία τε φοινικοστερόπαν σεμνόν τ' ἐπίνειμαι ἀκρωτήριον Ἄλιδος O. 9.5

    ὦ Μοῖσ, ἀλλὰ σὺ καὶ θυγάτηρ Ἀλάθεια Διός, ὀρθᾷ χερὶ ἐρύκετον ψευδέων ἐνιπὰν O. 10.3

    ἀλλ' ὅμως, κρέσσων γὰρ οἰκτιρμοῦ φθόνος, μὴ παρίει καλά P. 1.85

    ἀλλὰ καὶ σκᾶπτον μόναρχον καὶ θρόνος, τὰ μὲν ἄνευ ξυνᾶς ἀνίας λῦσονP. 4.152

    ἀλλ' ἐπέων γλυκὺν ὕμνον πράσσετε N. 9.3

    ἀλλ' ἀνὰ μὲν βρομίαν φόρμιγγ, ἀνὰ δ αὐλὸν ἐπ αὐτὰν ὄρσομεν ἱππίων ἀέθλων κορυφάν N. 9.8

    ἀλλ' ὅμως εὔχορδον ἔγειρε λύραν N. 10.21

    ἀλλὰ τὰ μὲν παύσατε· βροτέων δὲ λεχέων τυχοῖσα υἱὸν εἰσιδέτω θανόντI. 8.35
    b where the imperative denotes a climax. cf. 2b supra ἀπὸ Ταυγέτοιο μὲν Σκυρίαι δὲ. ὅπλα δ' ἀπ Ἄργεος, ἅρμα Θηβαῖον, ἀλλ ἀπὸ τᾶς ἀγλαοκάρπου Σικελίας ματεύειν ( ἀλλά om. codd. Athenaei.) fr. 106. 6.
    c where the following sentence has imperative force “ἀλλὰ τούτων μὲν κεφάλαια λόγων ἴστε. λευκίππων δὲ δόμους πατέρων φράσσατέ μοι σαφέως.” P. 4.116 cf. I. 8.35
    d introducing a wish, prayer ἀλλὰ σὺν δόξᾳ τέλος δωδεκάμηνον περᾶσαί νιν ἀτρώτῳ κραδίᾳ (Dissen: περάσαι σὺν codd.) N. 11.9

    ἐλαύνεις τι νεώτερον ἢ πάρος; ἀλλά σε πρὸς Διός, ἱπποσόα θοάς, ἱκετεύω, ἀπήμονα εἰς ὄλβον τινὰ τράποιο Pae. 9.7

    4 in various minor uses.
    a introducing statement of intent by poet

    ἀλλἐμὲ χρὴ μναμοσύναν ἀνεγείροντα φράσαι O. 8.74

    , cf. P. 4.141 ἀλλὰ πάνδοξον Αἰολάδα σταθυὸν υἱοῦ τε Παγώνδα ὑμνήσω Παρθ. 2. 6.
    b introducing oracular utterance “ ἀλλὰ μιν ποταμῷ σχεδὸν μολόντα φύρσει” (elocutionem oraculi propriam agnovit Blass.) Pae. 2.73
    c following a rhetorical question “ τά κέ τις ἀνώνυμον γῆρας ἐν σκότῳ καθήμενος ἕψοι μάταν —; ἀλλ' ἐμοὶ μὲν οὗτος ἄεθλος ὑποκείσεταιO. 1.84

    τί κομπέω παρὰ καιρόν; ἀλλά με Πυθώ τε καὶ τὸ Πελινναῖον ἀπύει P. 10.4

    B compounded with other particles.
    1 ἀλλὰ γάρ, ἀλλὰ γάρ.
    a where both particles preserve their original force: yet since ἀλλὰ παρθένοι γὰρ τοῦτον ἔσχετε τεθμόν, κλῦτε νῦν Πα. 6. 53, cf. O. 4.1ff., Wil. on Eur., Her. 138.
    b emphasising a main point in contrast to preceding: yet

    εἰ δὲ δή τινἄνδρα θνατὸν Ὀλύμπου σκοποὶ ἐτίμασαν, ἦν Τάνταλος οὗτος· ἀλλὰ γὰρ καταπέψαι μέγαν ὄλβον οὐκ ἐδυνάσθη O. 1.55

    οὔτ' ἰδεῖν εὔχοντο πεμπταῖον γεγενημένον. ἀλλ ἐν κέκρυπτο γὰρ σχοίνῳ O. 6.53

    ἀλλὰ γὰρ νόστου πρόφασις γλυκεροῦ κώλυεν μεῖναιP. 4.32

    χαλκέῳ τ' Ἄρει ἅδον. ἀλλἁμέρᾳ γὰρ ἐν μιᾷ τραχεῖα νιφὰς πολέμοιο τεσσάρων ἀνδρῶν ἐρήμωσεν μάκαιραν ἑστίαν I. 4.16

    (an enumeration of the glories of Thebes,) ἀλλὰ παλαιὰ γὰρ εὕδει χάρις (v. Schadew. 268̆{5}) I. 7.16
    c emphasising a maxim, breaking off narrative.

    ἀλλὰ κοινὸν γὰρ ἔρχεται κῦμ' Ἀίδα N. 7.30

    ἀλλὰ γὰρ ἀνάπαυσις ἐν παντὶ γλυκεῖα ἔργῳ N. 7.52

    d frag. ἀ]λλὰ γὰρ τ[ fr. 60a. 11.
    2 ἀλλά τοι, ἀλλὰ τοι: emphatic, yet

    ἀλλά τοι ἤρατο τῶν ἀπεόντων P. 3.19

    ἀλλ' ἄγε τῶνδέ τοι ἔμπαν αἵρεσιν παρδίδωμN. 10.82

    ἀλλ' Ὅμηρός τοι τετίμακεν δἰἀνθρώπων I. 4.37

    3 ἀλλὰ μέν: opposing what precedes.

    ἀλλ' ἐπεύξασθαι μὲν ἐγὼν ἐθέλω Ματρὶ P. 3.77

    4 ἀλλ' ἦ. ἀλλ ἦ μακ[ρ]ότερον fr. 6a. e.
    5

    ἀλλὰ γε. ἀλλ' ὅ γε Μέλαμπος οὐκ ἤθελεν Pae. 4.28

    C
    b dub. [ ἀλλὰ καὶ (coni. Hermann: ἅμα codd. contra metr.) O. 1.104] [ ἀλλὰ (codd. contra met.: ἄνα Kayser: ἄγε Maas.) O. 13.114] [ ἢ πόντου κενέωσιν ἀλλὰ πέδον (codd. Dion. Hal. contra metr.: <˘> ἂμ Hermann.) Pae. 9.16]

    Lexicon to Pindar > ἀλλά

  • 8 ἁμέρα

    ᾱμέρα (-α, -ας, -ᾳ, -αν; -αι, -αις v. Forssman, 11ff.)
    1 day

    ὅτ' ἀμφότεροικράτησαν μίαν ἔργον ἀν ἁμέραν O. 9.85

    τρία ἔργα ποδαρκὴς ἁμέρα θῆκε κάλλιστ' ἀμφὶ κόμαις O. 13.39

    δώδεκα δὲ πρότερον ἁμέραςP. 4.26

    τὰ δ' ἄλλαις ἁμέραις φάσομαι N. 9.42

    ἁμέραν τὰν μὲν παρὰ πατρὶ φίλῳ. Δὶ νέμονται, τὰν δ' ὑπὸ κεύθεσι γαίας N. 10.55

    ἀλλ' ἁμέρᾳ γὰρ ἐν μιᾷ τραχεῖα νιφὰς πολέμοιο τεσσάρων ἀνδρῶν ἐρήμωσεν μάκαιραν ἑστίαν I. 4.16

    opposed to night,

    μηκέτ' ἀελίου σκόπει ἄλλο θαλπνότερον ἐν ἁμέρᾳ φαεννὸν ἄστρον ἐρήμας δἰ αἰθέρος O. 1.6

    ἡσύχιμον ἁμέραν παῖδ' ἀελίου O. 2.32

    ἴσαις δὲ νύκτεσσιν αἰεί, ἴσαις δ' ἁμέραις O. 2.62

    ἁμέραισιν μὲν. ἀλλ' ἐν ὄρφναισιν P. 1.22

    νύκτεσσιν ἔν θ ἁμέραις ( ἔν τ' ἀμέραις v. l.) P. 4.130 ἄστρον ὑπέρτατον ἐν ἁμέρᾳ κλεπτόμενον of a solar eclipse Πα.. 3. σκότει καλύψαι σέλας καθαρὸν ἁμέρας fr. 108b. 5. in general:

    ἁμέραι δ' ἐπίλοιποι μάρτυρες σοφώτατοι O. 1.33

    ἕποιτο μοῖρα καὶ ὐστέραισιν ἐν ἁμέραις P. 10.18

    ἐν πολυφθόροις ἁμέραις N. 8.32

    αἰὼν δὲ κυλινδομέναις ἁμέραις ἄλλ' ἄλλοτ ἐξ ἄλλαξεν I. 3.18

    ἀθάναται δὲ βροτοῖς ἁμέραι, σῶμα δ' ἐστὶ θνατόν (i. e. are never ending, “hören nimmer auf”, Wil. cf. O. 2.32) Παρθ. 1. 15.

    Lexicon to Pindar > ἁμέρα

  • 9 ἐρημόω

    a deprive of c. acc. dupl.

    τὸν μὲν ὀξείαισι θύγατρες ἐρήμωσαν πάθαις εὐφροσύνας μέρος P. 3.97

    c. acc. & gen. τραχεῖα νιφὰς πολέμοιο τεσσάρων ἀνδρῶν ἐρήμωσεν μάκαιραν

    ἑστίαν I. 4.17

    b leave barren c. acc. ἑὸν ἐρημώσαισα χῶρον sc. δρῦς, viz. by being felled P. 4.269

    Lexicon to Pindar > ἐρημόω

  • 10 τέσςαρες

    τέσςᾰρες (τέσςᾰρες, -ᾰρων, τέτρᾰσιν), τέσσαρας.)
    1 four

    ἐν τέτρασιν παίδων ἀπεθήκατο γυίοις νόστον O. 8.68

    ἀν

    ἵπποισι δὲ τέτρασιν O. 10.69

    τέτρασι δ' ἔμπετες ὑψόθεν σωμάτεσσι P. 8.81

    τέσσαρας ἐξ ἀέθλων νίκας ἐκόμιξαν N. 2.19

    ἐλᾷ δὲ καὶ τέσσαρας ἀρετὰς ὁ θνατὸς αἰὼν (cf. Dodds on Plato, Gorgias 451e) N. 3.74

    τραχεῖα νιφὰς πολέμοιο τεσσάρων ἀνδρῶν ἐρήμωσεν μάκαιραν ἑστίαν I. 4.17

    δὴ τότε τέσσαρες ὀρθαὶ πρέμνων ἀπώρουσαν χθονίων κίονες fr. 33d. 5.

    Lexicon to Pindar > τέσςαρες

Поделиться ссылкой на выделенное

Прямая ссылка:
Нажмите правой клавишей мыши и выберите «Копировать ссылку»